Σάββατο 10 Ιουνίου 2023

Εγκώμια Αγίου Λουκά του Ιατρού. Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ., Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου


 Φέτος για πρώτη φορά θα ψαλούν τα εγκώμια του αγίου Λουκά του θαυματουργού ιατρού στην Ι. Μ. Παναγίας Δοβρά.


ΕΓΚΩΜΙΑ ΑΓΙΟΥ ΛΟΥΚΑ

Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ., 

Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου.


ΣΤΑΣΙΣ ΠΡΩΤΗ


Ἡ ζωὴ ἐν τάφω. Ἦχος πλ. α΄.


Ὅτε ἐν τῷ τάφῳ, κατετέθης Λουκᾶ, ἰατρεῖον

νοσημάτων κατέστησας, τοῦτον πᾶσιν Ἱεράρχα θαυμαστέ.


Ἡ ζωή ἐκ τάφου, ἐκ σκοτίας ὡς φῶς, ἐξεπήγαζε διὰ τῶν λειψάνων σου, ταῖς λιταῖς σου διδομένη ἀφειδῶς.


Εἰ καὶ ἀνεπαύθης, πάτερ σωματικῶς, ἡ ψυχή σου δεομένη οὐκ ἔπαυεν, τοῦ Κυρίου ὑπὲρ τῶν σῶν ἱκετῶν.


Ἡγιάσθη ὅλως, τῆς Κριμαίας ἡ γῆ, ἡ δεχθεῖσά σου ταφὲν τὸ 

πολύπαθον, σκῆνος πάτερ καὶ ἐξόχως ἱερόν.


Τὸ τῆς ἀφθαρσίας, τῆς καρδίας τῆς σῆς, θαυμαστὸν σημεῖον τὴν πρὸς τὸν Κύριον, ἐμαρτύρει σου ἀγάπην φανερῶς.


Ἰσχυροῦ ἀνέμου, ἀσθενώσας πνοήν, εἰς τὴν ἀνακομιδὴν τῶν 

λειψάνων σου, ἀσθενούντων ἐθεράπευσας πληθύν.


Παρὰ τοῦ Σωτῆρος, τὸ συμφέρον αἰτοῦ, τῶν ψυχῶν τῶν γεραιρόντων τὴν μνήμην σου, ὦ Λουκᾶ Συμφερουπόλεως ποιμήν.


Τὸν ὡραῖον κάλλει, παρὰ πάντας βροτούς, καὶ τῆς δόξης Βασιλέα ὡς ἴχνευσας, ἐν τῇ δόξῃ ὡραΐσθης τοῦ Σταυροῦ.


Ὥσπερ μυστηρίων, ἱερῶν λειτουργός, καὶ ἰώμενος κατ’ ἄμφω τοὺς πάσχοντας, ἐξεικόνισας Χριστὸν τὸν Λυτρωτήν.


Ἰσχυκὼς ἠττήθη, ἐν τῇ σῇ πρὸς Θεόν, νικηφόρῳ μεταστάσει ὁ 

θάνατος, ὅτι ζεῖς εἰς τὸν αἰῶνα μετ’ Αὐτοῦ. 


Ἐγκωμίοις πάτερ, ἡ Μονὴ τῆς Δοβρᾶ, ἐπαινοῦσά σε τὰ θεῖά σου λείψανα, περιπτύσσεται καὶ πόθῳ προσκυνεῖ.


Δόξα.

Πάτερ Λόγε Πνεῦμα, Παναγία Τριάς, ταῖς τοῦ Σοῦ Ἀρχιερέως δεήσεσι, ἱκετεύομεν ἐλέησον ἡμᾶς.


Καὶ νῦν.

Παναγία Μῆτερ, σὺν Λουκᾷ ἰατρῷ, τοὺς οἰκέτας σου ῥυσθῆναι κολάσεως, τὸν Υἱόν σου καθικέτευε θερμῶς. 


Ὅτε ἐν τῷ τάφῳ, κατετέθης Λουκᾶ, ἰατρεῖον νοσημάτων κατέστησας, τοῦτον πᾶσιν Ἱεράρχα θαυμαστέ.


ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ


Ἄξιον ἐστίν. Ἦχος πλ. α΄.


Ἄξιον ἐστίν, ἐν Μονῇ Δοβρᾶ σὲ μακαρίζειν, ἔμπροσθεν τῶν θείων λειψάνων σου, καὶ προσάγειν τὰς εὐχὰς ἡμῶν Λουκᾶ.


Μῶμοι φυλακαί, ἀνακρίσεις ἐξορίαι ψῦχος, πάτερ καὶ διώξεις οὐκ ἐδυνήσαντο, τοῦ χωρίσαι σε ἀγάπης τοῦ Χριστοῦ. 


Ἅγιε Λουκᾶ, ὥσπερ ἥλιος δικαιοσύνης, ἔλαμψας εὐεργετῶν καὶ ἰώμενος, φιλανθρώπως τε ἀθέους καὶ πιστούς.


Διὰ σταυρικοῦ, τοῦ σημείου πρὸ τῆς χειρουργίας, πάτερ τὴν ὑγείαν πᾶσι δωρούμενος, ἐμαρτύρεις τὴν ἀθάνατον Ζωήν.


Πνεύματι στοιχῶν, τῆς συνέσεως καὶ τῆς σοφίας, ἔσπειρες Θεοῦ τὸν λόγον κηρύγματι, θεοσόφῳ εἰς καρδίας τῶν πιστῶν. 


Τῆς ἰατρικῆς, ἐπιστάμενος ὕψος καὶ βάθος, μῆκός τε καὶ πλάτος γέγονας ἄριστος, χειρουργός τε καὶ θεράπων ἰατρός.


Τίς ὁ ἐν ἡμῖν, ἐπιστήμων καὶ σοφὸς ἐδείχθη, ἐν τοῖς θεαρέστοις ἔργοις σου ἅγιε, ἐκ τῆς σῆς καλῆς Λουκᾶ ἀναστροφῆς.


Πρὸς τὰς ἀφορμάς, τῶν λοιμώξεων τῶν πυογόνων, πάτερ διατρίψας τρίβους διήνοιξας, εὐθυπόρους καὶ βατὰς τοῖς χειρουργοῖς.


Κῶμα ἄνοια, διαβήτης ἕλκη λιθιάσεις, λέμφωμα καρκῖνος κῆλες καὶ σύνδρομα, θεραπεύονται πρεσβείαις σου Λουκᾶ.


Χρώμενος ταχύ, τῇ λεπίδι τῆ χειρουργικῇ σου, τέμνε τὰς ἡμῶν καρδίας σεβάσμιε, ὧν ἀφαίρει τὰς αἰτίας τῶν παθῶν.


Χαῖρε ὁ καλός, καὶ πιστὸς ποιμὴν τῆς Ἐκκλησίας· χαῖρε τοῦ Χριστοῦ ἀρνίον τὸ ἄκακον, καὶ εἰκὼν θείας πραότητος Αὑτοῦ. 


Δόξα.

Ἄναρχε Θεέ, Παντεπίσκοπε Τριὰς Ἁγία, χάρισαι ἡμῖν τὸ μέγα Σου ἔλεος, ταῖς λιταῖς τοῦ Ἱεράρχου Σου Λουκᾶ.


Καὶ νῦν.

Μῆτερ τοῦ Θεοῦ, καὶ Παντάνασσα μὴ ἐπιλάθῃ, τῶν χριστιανῶν πταισμάτων συγχώρησιν, αἰτουμένων ταῖς λιταῖς σου πρὸς Θεόν.


Ἄξιον ἐστίν, ἐν Μονῇ Δοβρᾶ σὲ μακαρίζειν, ἔμπροσθεν τῶν 

θείων λειψάνων σου, καὶ προσάγειν τὰς εὐχὰς ἡμῶν Λουκᾶ.


ΣΤΑΣΙΣ ΤΡΙΤΗ


Αἱ γενεαὶ πᾶσαι. Ἦχος πλ. δ΄.


Ἀρχιερεῦ θερᾶπον, θαυματουργῶς κατ’ ἄμφω, ὑγείαν πᾶσι δίδου.


Τῆ γνώσει θελημάτων, 

Κυρίου ἡγιάσθης, 

Λουκᾶ ἡγιασμένε.


Δουλεύσας τῷ Κυρίῳ, 

ηὔξησας τάλαντά σου, ἑκατονταπλασίως.


Ἐν τῇ σῇ ἀσθενείᾳ, 

ἐτελειώθη μάκαρ, 

ἡ δύναμις Ὑψίστου.


Κριμαίας μέγα θαῦμα, 

κρουνοὺς τῶν σῶν θαυμάτων, Λουκᾶ ἄνοιξον πᾶσιν.


Τῆς ἀθεΐας λῆρον, 

τῆς ἀληθείας λόγῳ, 

ἔπαυσας Ἱεράρχα.


Μύρα ὡς μεμιγμένα, 

ὕμνοις καὶ ἐγκωμίοις, 

νῦν παρ’ ἡμῶν προσδέχου. (γ΄)


Νεόφυτος ἐν κήπῳ, 

σεμνὲ τοῦ Παραδείσου, 

ὡς ἄνθος ἐφυτεύθης.


Τῆς σῆς καρδίας ξένον, μυστήριον ὁρῶμεν, 

πῶς ἄφθαρτος κατέστη.


Ἐξ ἀῤῥωστίας ῥῶσιν, 

εὕροιμεν ταῖς εὐχαῖς σου, 

οἱ μεγαλύνοντές σε.


Ψαλμοῖς καὶ μελωδίαις, Βεροίας ὁ φιλῶν σε, 

λαὸς ἐπῄνεσέ σε.


Δόξα.

Τριὰς ἡ Παναγία, 

Λουκᾶ ταῖς ἱκεσίαις, 

ἐλέησον τὸν κόσμον.


Καὶ νῦν.

Σωτῆρα ἡ τεκοῦσα, 

τὴν οἰκουμένην σῷζε, 

ἐκ τῶν δεινῶν πολέμου. 


Ἀρχιερεῦ θερᾶπον, θαυματουργῶς κατ’ ἄμφω, ὑγείαν πᾶσι δίδου.


© π. Σ. Μ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Νέα συμβούλια της ΟΝΝΕΔ Ημαθίας

  Η ΟΝΝΕΔ Ημαθίας ολοκλήρωσε με επιτυχία τις εκλογικές διαδικασίες για την ανάδειξη των Τοπικών Συμβουλίων στις ΔΗΜ.Τ.Ο. Βέροιας, Αλεξάνδρει...